Αἴσωπος: Λαμπρότατος ἐν τοῖς μύθοις.
Άρθρο του ΑΤΤΙΚΙΣΤΙ..
Ὑμῶν οἱ πολλοί, φίλτατοι, πολλάκις πυνθάνονται τί ποτέ ἦν τό αἴτιον ὅ πεποίηκεν τοῖς ἀρχαίοις τοσαύτην φήμην τε καί λόγον. Τί γάρ τό διάφορον καί μείζω οἱ ἀρχαῖοι πεποιήκασιν ἤ ἡμεῖς οἱ νῦν; Οὐ γάρ δήπου τῶν ἀρχαίων ὁλιγώτερον ἡμῶν πραγματευομένων, ἔπειτα τοσοῦτοι ἐπιστήμονες καί ποιηταί καί τραγωδοί καί στρατηγοί γεγόνασιν!!!! Λέγε οὖν ἡμῖν τί τῇ ἀληθείᾳ τούτου τό αἴτιον ἦν, λέγουσιν μοι. Καί ἐγώ, φίλοι, ὅπως μή δόξω τισίν ὑμῶν ἀερολογεῖν, εἰς ἀξιόχρεον δη μάρτυρα παρέξομαι ὑμῖν τόν Δημοσθένην, τόν ἐν Ἀθήναις ρήτοραν.
Ἔλεξεν δη ποτέ ὁ Δημοσθένης τούς Ἔλληνας σπουδαίους γεγογέναι ἐπειδὴ : "καὶ γεγενῆσθαι καλῶς καὶ πεπαιδεῦσθαι καὶ βεβιωκέναι φιλοτίμως συμβέβηκεν αὐτοῖς, ἐξ ὧν εἰκότως ἦσαν σπουδαῖοι"!!!!!! Γεγενῆσθαι τε καί πεπαιδεῦσθαι καί βεβιωκέναι τόν προσήκοντα τρόπον τε καί ἀρετήν!!!
Αὐτό τοῦτο μοι δοκεῖ, φίλτατοι, τό αἴτιον ἦν, ὅ Δημοσθένης τε καί ἄλλοι τινές τῶν ἀρχαίων εἰρήκασιν. Σκέψασθε δή οὗ ἔνεκα τοῦτο λέγω. Οὐ γάρ ἡμεῖς, φίλοι, εἰς τοιαῦτας ἀρετάς τούς νῦν νέους τρέπομεν ἀλλά τρέπομεν αὐτούς εἰς ἤθη ἀνδραπόδων ὥσπερ ποδόσφαιρον τε καί τηλεόρασις!!! Καί ἴσως μέν δόξω τισίν ὑμῶν φλυαρεῖν ἀλλά τοῦτο τῷ ὄντι ἐστιν ὅ μοί δοκεῖ τό αἴτιον εἶναι. Βουλοίμην ἄν τοίνυν καί τούς ἡμετέρους νέους παιδεῦεσθαι ὁμοίως τοῦτον τόν τρόπον ὅν ἐπαιδεύοντο πάλαι ἐν Ἀθήναις. Τῶν νῦν Νεοελλήνων πολλοί λόγῳ μέν λέγουσιν, ἔργῳ δε οὔκ ἀποδεικνῦσιν.
Βουλοίμην τοίνυν ἄν, φίλτατοι, λόγον περί του Αἰσώπου λέγειν. Αἲσωπον ἴστε που, ὦ φίλτατοι, ὅς ἔτερπε μύθοις ἀνθρώπους. Οὖτος περί πολλοῦ ἐστιν ἡμῖν, τοῖς Ἔλλησιν, τῶν διδακτικῶν μύθων αὐτοῦ ἔνεκα. Καί τῷ ὄντι Αἴσωπος πρῶτος μύθους ἐποίησεν οὕς οἱ ἄνθρωποι ἀπεφήναντο διδακτικούς εἶναι περί δικαιοσύνης τε καί ἀρετῆς. Καί δη τούτου ἔνεκεν ὑπό πάντων ὁμολογεῖται ὡς ὁ μυθοποιίας "πατήρ", τῆς διδακτικῆς, οἴη καλούς τε καί αγαθούς τούς νέους ποιεῖν.
Αἴσωπος οὐποτε βιβλίον ἐξέδωκεν συγγραφῆς ἀλλά αὐτόν ὡς μυθοποιόν ἀεί παρείχετο, ἀπό στήθους μύθους ποιούμενος τε καί παροιμιαζόμενος εἰς τούς ἀνθρώπους. Ἐγένετο δε εἰς Αἴγυπτον τε καί εἰς Σάρδεις παρέχων αὐτόν ὡς σύμβουλον τῷ Κροίσῳ περί φιλοσοφίας. Αἴσωπος καί τῶν ἑπτά σοφῶν ἐταῖρος ἦν καί παρεγένετο αὐτοῖς εἰς Κόρινθον ἐν τῷ συμποσίῳ αὐτῶν. Περί τό +1400 βιβλίον γέγραπται Μενεδήμῳ τῶν μύθων αὐτοῦ καί ἔκτοτε ἐπίσημοι μύθοι ἐγένοντο κατά πᾶσαν τήν οἰκουμένην. Λόγος δε ἐστι τούς Αἰσώπου μύθους ἀνεγνῶσθαι ὑπό τῶν ἀνθρώπων πλέον παντός ἄλλου βιβλίου!!!!
Οὐ γάρ ἴσμεν εὖ περί τῆς γεννήσεως αὐτοῦ καί τούτου ἔνεκα, τῶν Ἐλληνίδων πόλεων οὔκ ὀλίγαι ἐρίζουσιν ἔτι καί νῦν ἀλλήλαις περί τῆς γεννήσεως τοῦ Αἰσώπου, ὥσπερ ἡ Σάμος καί αἱ Σάρδεις καί ἡ Φρυγία καί ἔνιαι τινές ἄλλαι. Οὖτος, καθά οἱ πλείονες λέγουσιν, εἰς Φρυγίαν μᾶλλον ἐγεννήθη περί τό -700. Ἔτι δε οὐδέν ἵσμεν οὔτε μικρόν οὔτε μεγάλον οὔτε περί τῆς παιδείας τε οὔτε καί περί τῶν τοκέων αὐτοῦ.
Σωκράτης εὖ γε ἐπιστάμενος τούς Αἴσώπου μύθους ἔλεξεν ὅτι τούς νέους, παίδας ἔτι ὄντας καί μειράκια, δι´ οὐδέν ἄλλο ἤ διά τούς Αἰσώπου μύθους χρεών εἴη παιδευθῆναι ἴνα οὔτω βελτιωθῶσι περί σοφρωσύνης τε καί δικαιοσύνης. Πρός δε τούτοις διά τῶν μύθων οἱ νέοι βιώσονται φιλοτίμως τε καί ἀληθῶς πρός ἀλλήλους.
Ἔτι δε Σωκράτης ἐν Φαίδωνι ἔφη: " τὸν ποιητὴν δέοι, εἴπερ μέλλοι ποιητὴς εἶναι, ποιεῖν μύθους ἀλλ᾽ οὐ λόγους, καὶ αὐτὸς οὐκ ἦ μυθολογικός, διὰ ταῦτα δὴ οὓς προχείρους εἶχον μύθους καὶ ἠπιστάμην τοὺς Αἰσώπου.."
Ἵσως μέντοι τῶν ἀρχαίων ποιητῶν μηδείς σοφώτερος ἦν τοῦ Αἰσώπου ἐξ οὗ ἔτι καί σήμερον μύθοι τε καί παροιμίαι ἀσμένως ἀναγιγνώσκονται ὑπό πάντων.
Χαίρετε
Εὐμήχανος
http://www.attikisti.com/2016/02/blog-post_14.html#more